Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.216 Joseph. AJ 5.220 (English) >>Joseph. AJ 5.225

5.218

Γεδεῶνος δʼ ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς· παρʼ αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ θάρσος. 5.219πεισθεὶς δὲ ᾔει Φρουρὰν τὸν ἑαυτοῦ θεράποντα παραλαβών, καὶ πλησιάσας σκηνῇ τινι καταλαμβάνει τοὺς ἐν αὐτῇ ἐγρηγορότας καὶ τὸν ἕτερον ὄναρ διηγούμενον τῷ συσκηνοῦντι, ὥστε ἀκούειν τὸν Γεδεῶνα. τὸ δὲ τοιοῦτον ἦν· μᾶζαν ἐδόκει κριθίνην ὑπʼ εὐτελείας ἀνθρώποις ἄβρωτον διὰ τοῦ στρατοπέδου κυλιομένην τὴν τοῦ βασιλέως σκηνὴν καταβαλεῖν καὶ τὰς τῶν στρατιωτῶν πάντων. 5.220 δὲ σημαίνειν ὄλεθρον τοῦ στρατοῦ τὴν ὄψιν ἔκρινε λέγων, ὅθεν τοῦτʼ αὐτῷ συνιδεῖν ἐπῆλθε, πᾶν τὸ σπέρμα τὸ καλούμενον κρίθινον εὐτελέστατον ὁμολογεῖσθαι τυγχάνειν, τοῦ δʼ Ἀσιανοῦ παντὸς τὸ Ἰσραηλιτῶν ἔστιν ἰδεῖν ἀτιμότερον νῦν γεγενημένον ὅμοιον δὲ τῷ κατὰ κριθὴν γένει. 5.221καὶ τὸ παρὰ τοῖς Ἰσραηλίταις νῦν μεγαλοφρονοῦν τοῦτʼ ἂν εἴη Γεδεὼν καὶ τὸ σὺν αὐτῷ στρατιωτικόν. ἐπεὶ οὖν τὴν μᾶζαν φῂς ἰδεῖν τὰς σκηνὰς ἡμῶν ἀνατρέπουσαν, δέδια μὴ θεὸς Γεδεῶνι τὴν καθʼ ἡμῶν νίκην ἐπινένευκε.” 5.222

Γεδεῶνα δʼ ἀκούσαντα τὸ ὄναρ ἐλπὶς ἀγαθὴ καὶ θάρσος ἔλαβε καὶ προσέταξεν ἐν τοῖς ὅπλοις εἶναι τοὺς οἰκείους διηγησάμενος αὐτοῖς καὶ τὴν τῶν πολεμίων ὄψιν, οἱ δʼ ἕτοιμοι πρὸς τὰ παραγγελλόμενα φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἦσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.216 Joseph. AJ 5.220 (English) >>Joseph. AJ 5.225

Powered by PhiloLogic